Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 75
Dioscurides Pedianus, De materia medica 75
Not analysed yet
75 λιβανωτίς, ἣν Ῥωμαῖοι ῤουσμαρῖνον καλοῦσιν, ἧ καὶ οἱ στεφανοπλίκοι χρῶνται· ῥάβδοι εἰσὶ λεπταί, περὶ ἃς τὰ φύλλα λεπτά, πυκνά, ἐπιμήκη ,ἰσχνά, ἔνδοθεν λευκά, ἐκ δὲ τῶν ἐκτὸς χλωρά, βαρύοσμα. δύναμιν δὲ ἔχει θερμαντικήν, ἰκτέρου ἰατικήν, ἐάν τις αὐτὴν ἑψήσας ἐν ὕδατι δῷ πρὸ τῶν γυμνασίων πιεῖν, εἶτα γυμνάζων λούῃ καὶ οἴνῳ ποτίζῃ μείγνυται δὲ καὶ ἀκόποις καὶ τῷ γλευκίνῳ χρίσματι.