Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 77
Dioscurides Pedianus, De materia medica 77-2
Not analysed yet
77 ἀκόνιτον ἕτερον, ὃ ἔνιοι λυκοκτόνον καλοῦσι· γεννᾶται μὲν πλεῖστον ἐν Ἰταλίᾳ ἐν τοῖς καλουμένοις Οὐηστίνοις ὄρεσι διαφέρον τοῦ πρὸ αὐτοῦ. φύλλα δὲ ἔχει ὅμοια πλατάνῳ, μᾶλλον δὲ ἐπεσχισμένα καὶ μικρότερα πολλῷ καὶ μελάντερα, καυλὸν δὲ καθάπερ πτέριδος μόσχον, ψιλόν, ὕψος πήχεως ἢ καὶ μείζω· καρπὸν δὲ ἐν λοβοῖς ἐπιμήκεσι ποσῶς, ῥίζας ὥσπερ πλεκτάνας καρίδων μελαίνας, αἷς χρῶνται πρὸς τὰς τῶν λύκων θήρας ἐντιθέντες κρέασιν ὠμοῖς· βρωθεῖσαι γάρ ὑπὸ τῶν λύκων ἀναιροῦσιν αὐτούς.