Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 78
Dioscurides Pedianus, De materia medica 78.3-2
Not analysed yet
ἐστι 3 δὲ καὶ ὀσφραντὸς πνιγὸς ὑστερικῆς καὶ τῶν καταφερομένων ἀνακλητικός. διώκει δὲ θηρία θυμιώμενος· ἁρμόζει δὲ καὶ πρὸς ὠταλγίας ἐνσταζόμενος σὺν ῥοδίνῳ καὶ πρὸς μυλαλγίας ἐντιθέμενος βρώμασι· ποιεῖ δὲ καὶ πρὸς βῆχας μετ᾿ ᾠοῦ λαμβανόμενος, δυσπνοίαις τε καὶ στρόφοις καὶ πνευματικαῖς διαθέσεσιν ἀρμόζει, κοιλίαν τε ἠπίως μαλάσσει καὶ σπλῆνα τήκει καὶ δυστοκίαις ἐξόχως ἀρήγει, πρός τε πόνους καὶ διατάσεις κύστεως καὶ νεφρῶν πινόμενος ποιεῖ· ἀναστομοῖ δὲ καὶ ὑστέραν.