Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 78
Dioscurides Pedianus, De materia medica 78.4-2
Not analysed yet
4 χρησίμη δὲ καὶ ἡ ῥίζα πρὸς τὰ αὐτὰ ἔλασσον ἐνεργοῦσα· πίνεται δὲ αὐτῆς τὸ ἀφέψημ· καθαίρει δὲ λεία ξηρὰ τὰ ῥυπαρὰ ἕλκη καὶ λεπίδας ἀπ᾿ ὀστέων ἀφίστησι καὶ ἀπουλοῖ τὰ παλαιά· μείγνυται δὲ καὶ κηρώμασι καὶ μαλάγμασι θερμαντικοῖς. ἐκλέγου δὲ τὴν πρόσφατον, ἄβρωτον, στερεάν, πλήρη ὀσμῆς. λύεται δὲ ὁ ὀπὸς εἰς τὰ ποτήματα ἀμυγδάλοις πικροῖς ἢ πηγάνῳ ἢ ἀνήθῳ ἢ ἄρτῳ θερμῷ.