Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 79
Dioscurides Pedianus, De materia medica 79.1-2
Not analysed yet
79 μελάνθιον· θαμνίσκος ἐστὶ λεπτόκαρφος, δισπίθαμος ἢ καὶ μείζων, φύλλα ἔχων μικρὰ ὥσπερ ἠριγέροντος, λεπτότερα δὲ πολλῷ καὶ κεφάλιον ἐπ᾿ ἄκρου λεπτόν, μικρόν, ὡς μήκωνος, ἐπίμηκες, ἔχον κατὰ τὰ ἐντὸς διαφράγματα, ἐν οἷς τὸ σπέρμα μέλαν, δριμύ, εὐῶδες, καταπασσόμενον εἰς ἄρτους. ἁρμόζει δὲ κεφαλαλγοῦσι καταπλασσομένου τοῦ μετώπου καὶ τοῖς ἀρχομένοις ὑποχεῖσθαι ἐγχεόμενον λεῖον εἰς τὰς ῥῖνας μετὰ ἰρίνου.