Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 79
Dioscurides Pedianus, De materia medica 79.2-2
Not analysed yet
αἴρει δὲ καὶ φακοὺς καὶ λέπρας καὶ οἰδήματα παλαιὰ 2 καὶ σκληρίας σὺν ὄξει καταπλασθὲν καὶ ἥλους προπεριχαραχθέντας ἐκτινάσσει σὺν οὔρῳ παλαιῷ ἐπιτεθέν, ὠφελεῖ καὶ ὀδονταλγίας μετὰ δᾳδίου καὶ ὄξους ἑψηθὲν καὶ διακλυζόμενον, ἐκτινάσσει δὲ καὶ ἕλμινθας στρογγύλας τοῦ ὀμφαλοῦ μεθ᾿ ὕδατος. λεανθὲν δὲ καὶ ἐν ἀποδέσμῳ δεθὲν καὶ ὀφραινόμενον τοὺς καταρροϊζομένους ὠφελεῖ, πινόμενον δὲ πλείονας ἡμέρας ἔμμηνα καὶ οὖρα καὶ γάλα ἄγει, παύει καὶ δύσπνοιαν μετὰ νίτρου ποθέν, βοηθεῖ καὶ φαλαγγιοδήκτοις ὅσον δραχμὴ μία μεθ᾿ ὕδατος ποθεῖσα. διώκει δὲ καὶ ἑρπετὰ θυμιώμενον· φασὶ δὲ καὶ ἀναιρεῖν αὐτό, ἐάν τις πλεῖον αὐτὸ πίῃ.