Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 80
Dioscurides Pedianus, De materia medica 80.1-2
Not analysed yet
80 σίλφιον· γεννᾶται ἐν τοῖς κατὰ Συρίαν καὶ Ἀρμενίαν καὶ Μηδίαν τόποις καὶ Αιβύην, οὗ ὁ καυλὸς μάσπετον καλεῖται, ἐμφερήὴς νάρθηκι· φύλλα δὲ ἔχει σελίνῳ ὅμοια, σπέρμα πλατύ, φυλλῶδες, ὃ καλεῖται μαγύδαρις. ῥίζα δὲ θερμαντική, φυσώδης, ἐρευγική, ἀναξηραντική, δύσπεπτος, κύστεως κακωτική. ἰᾶται δὲ χοιράδας καὶ φύματα ἀναληφθεῖσα κηρωτῇ καὶ ὑπώπια σὺν ἐλαίῳ καταπλασθεῖσα, σὺν ἰρίνῃ δὲ κηρωτῇ ἢ κυπρίνῃ ἰσχιαδικοῖς ἁρμόζει, τάς τε περὶ δακτύλιον ἐξοχὰς αἴρει ἐν σιδίῳ σὺν ὄξει ἑψηθεῖσα καὶ καταπλασθεῖσα, θανασίμων τέ ἐστιν ἀντιφάρμακον πινομένη, εὔστομός τέ ἐστι μειγνυμένη καὶ εἰς βάμματα καὶ ἄλας.