Ancient Greek
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 80
Dioscurides Pedianus, De materia medica 80
Not analysed yet
80 ἀπόκυνον, οἱ δὲ κύναγχον, οἱ δὲ παρδαλιαγχές, οἱ δὲ κυνόμορον, οἱ δὲ κυνοκράμβην καλοῦσιν· ἔρνος ἐστὶ ῥάβδους ἔχον μακράς, λυγώδεις, δυσθραύστους, φύλλα κισσῷ ὅμοια, μαλακώτερα δὲ καὶ ὀξύτερα κατʼ ἄκρον, βαρύοσμα, ὑπόγλισχρα, ὀποῦ μεστὰ μηλίνου· καρπὸς δὲ ὡς λοβὸς κυάμου, περὶ δακτύλου τὸ μῆκος, θυλακώδης, ἐν ᾧ σπερμάτια μικρά, σκληρά, μέλανα. ταύτης τὰ φύλλα σὺν στέατι ἀρτοποιηθέντα καὶ παραβληθέντα κτείνει κύνας, λύκους, ἀλώπεκας καὶ παρδάλεις· παραχρῆμα δὲ παραλύει αὐτῶν τὰ ἴσχια.