Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 81
Dioscurides Pedianus, De materia medica 81
Not analysed yet
81 ν ήριον· οἱ δὲ ῥοδόδενδρον, οἱ δὲ ῥοδοδάφνην καλοῦσι. γνώριμος θάμνος, ἀμυγδαλῆς μακρότερα καὶ παχύτερα τὰ φύλλα ἔχων, τὸ δὲ ἄνθος ῥοδοειδές, καρπὸν ὡς κέρας, ἀνεῳγμένον πλήρη ἐριώδους φύσεως, ὁμοίας τοῖς ἀκανθίνοις πάπποις· ῥίζα δὲ ἄποξυς καὶ μακρά, γευσαμένῳ ἁλμυρά· φύεται ἐν παραδείσοις καὶ παραθαλασσίοις τόποις . δύναμιν δὲ ἔχει τὸ ἄνθος καὶ τὰ φύλλα κυνῶν μὲν καὶ 2 ὄνων καὶ ἡμιόνων καὶ τῶν πλείστων τετραπόδων φθαρτικήν, ἀνθρώπων δὲ σῳστικὴν πινόμενα σὺν οἴνῳ πρὸς θηρίων δήγματα καὶ μᾶλλον εἰ πηγάνου τι παραμίξειας. τὰ δὲ ἀσθενέστερα τῶν ζῴων, ὡς αἶγες καὶ πρόβατα, κἂν τὸ ἀπόβρεγμα αὐτῶν πίῃ, ἀποθνήσκει.