Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 81
Dioscurides Pedianus, De materia medica 81.1
Not analysed yet
81 οὖρον ἀνθρώπου τὸ ἴδιον ποθὲν πρὸς ἐχίδνης δήγματα ἁρμόζει καὶ πρὸς θανάσιμα καὶ ἀρχομένους ὕδρωπας, καὶ πρὸς νύξιν τῶν θαλασσίων ἐχίνων καὶ σκορπίου θαλασσίου καὶ δράκοντος ἐπαντλούμενον. τὸ δὲ κοινὸν ἐπάντλημα κυνοδήκτοις, καὶ πρὸς λέπρας καὶ κνησμούς σμῆγμα σὺν νίτρῳ. τὸ δὲ παλαιὸν σμηκτικώτερον ἀχώρων, πιτύρων, ψωρῶν, ἐκζεσμάτων, νομάς τε ἐπέχει καὶ μάλιστα τὰς ἐν αἰδοίοις ἐγκλυζόμενον, καὶ ὦτα πυορροοῦντα στεγνοῖ· ἐκβάλλει δὲ καὶ τοὺς ἐν αὐτοῖς σκώληκας ἑψόμενον ἐν σιδίῳ ῥόας.