Ancient Greek
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 81
Dioscurides Pedianus, De materia medica 81.2
Not analysed yet
τὸ δὲ τοῦ ἀφθόρου παιδὸς καταρροφούμενον ἀρθοπνοίαις ἁρμόζει, ἑψηθὲν δὲ ἐν χαλκῷ σὺν μέλιτι οὐλὰς καὶ ἄργεμα καὶ ἀχλῦς ἀποσμήχει. κατασκευάζεται δὲ διʼ αὐτοῦ καὶ τοῦ κυπρίου χαλκοῦ ἁρμόζουσα ἐπὶ τοῦ χρυσίου κόλλα. ἡ δὲ ὑποστάθμη τοῦ οὔρου καταχρισθεῖσα ἐρυσιπέλατα παύει. ἀναζεσθεῖσα δὲ σὺν κυπρίνῳ καὶ προστεθεῖσα ὀδύνην ὑστέρας παρηγορεῖ καὶ ὑστερικῶς πνιγομένας κουφίζει, βλέφαρά τε ἀποσμήχει καὶ οὐλὰς τὰς ἐν ὀφθαλμοῖς ἀποκαθαίρει. τὸ δὲ ταύρειον σύν σμύρνῃ λεανθὲν καὶ ἐνσταγὲν ὠταλγίας παρηγορεῖ, καὶ τὸ συάγρειον δὲ τῆς αὐτῆς ἔχεται δυνάμεως, ἰδιαίτερον δὲ τούς ἐν κύστει λίθους θρύπτει καὶ ἐκκρίνει πινόμενον.