Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 83
Dioscurides Pedianus, De materia medica 83.1-2
Not analysed yet
83 χαλβάνη· ὀπός ἐστι νάρθηκος ἐν Συρίᾳ γεννωμένου, ὃν ἔνιοι μέτωπον καλοῦσιν. ἐστι δὲ αὐτῆς ἀρίστη ἡ λιβανοειδής, χονδρώδης, καθαρά, λιπαρά, ἄξυλος, ἔχουσα δέ τι τοῦ σπέρματος καὶ τοῦ νάρθηκος μεμειγμένον, ὀσμῇ βαρεῖα, οὔτ᾿ ἄγαν ὑγρὰ οὔτε κατάξηρος. δολοῦσι δὲ αὐτὴν μειγνύντες ῥητίνην καὶ ἐρεγμὸν καὶ ἀμμωνιακόν. δύναμιν δὲ ἔχει θερμαντικὴν καὶ πυρωτικήν, ἐπισπαστικήν, διαφορητικήν· προστιθεμένη δὲ καὶ ὑποθυμιωμένη ἔμμηνα καὶ ἔμβρυα ἄγει, φακούς τε αἴρει μετ᾿ ὄξους καὶ νίτρου ἐπιπλασθεῖσα· καὶ πίνεται δὲ πρὸς παλαιὰν βῆχα, δύσπνοιαν, ἄσθματα, ῥήγματα, σπάσματα.