Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 83
Dioscurides Pedianus, De materia medica 83.2-2
Not analysed yet
ἀντιπάσχει δὲ καὶ τοξικῷ σὺν οἴνῳ καὶ 2 σμύρνῃ ποθεῖσα, ἐκβάλλει δὲ καὶ τὰ τεθνηκότα ἔμβρυα ὁμοίως ληφθεῖσα, ἐπιτίθεται δὲ καὶ πρὸς ὀδύνην πλευρᾶς καὶ δοθιῆνας, ἐπιληπτικούς τε καὶ ὑστερικὰς καὶ σκοτωματικοὺς ὀσφραινομένη διεγείρει, θηρία τε διώκει θυμιωμένη τούς |τε συγχριομένους ἀδήκτους τηρεῖ. σὺν σφονδυλίῳ δὲ καὶ ἐλαίῳ παρατεθεῖσα τὰ ἑρπετὰ κτείνει, ὀδόντος τε πόνον περιπλασθεῖσα καὶ ἐντεθεῖσα εἰς τὸ βρῶμα παύει· δοκεῖ δὲ καὶ δυσουρίαν ποιεῖν.