Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Section 87
Dioscurides Pedianus, De materia medica 87-2
Not analysed yet
87 κόλλα, ἣν ἔνιοι ξυλοκόλλαν καλοῦσιν ἢ ταυροκόλλαν· καλλίστη ἐστὶν ἡ Ῥοδία ἐκ τῶν βοείων βυρσῶν κατασκευαζομένη. ἔστι δὲ λευκὴ καὶ διαυγὴς ἡ τοιαύτη, ἡ δὲ μέλαινα ἧττων. δύναμιν δὲ ἔχει λυθεῖσα ὄξει λειχῆνας καὶ λέπρας τὰς ἐπιπολαίους ἀφιστάνειν, πυρίκαυτά τε οὑκ ἐᾷ φλυκταινοῦσθαι μεθ᾿ ὕδατος θερμοῦ ἀνεθεῖσα καὶ καταχριομένη. ἐστι δὲ καὶ τραυματικὴ διεθεῖσα μέλιτι καὶ ὄξει.