Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Chapter 9
Dioscurides Pedianus, De materia medica 9-2
Not analysed yet
9 ἡ δὲ ὀρεινὴ νάρδος, καλουμένη δὲ ὑπό τινων καὶ θυλακῖτις καὶ πυρῖτις, γεννᾶται ἐν Κιλικίᾳ καὶ Συρίᾳ, καὶ φύλλα καὶ καυλοὺς ὅμοια ἠρυγγίῳ ἔχουσα, μικρότερα μέν, οὐ μὴν τραχέα καὶ ἀκανθώδη. ῥίζαι δὲ ὕπεισι μέλαιναι, εὐώδεις, δύο ἢ καὶ πλείους ὥσπερ ἀσφοδέλου, ἰσχνότεραι δὲ καὶ μικρότεραι πολλῷ· οὔτε δὲ καρπὸν οὔτε ἄνθος φέρει. ποιεῖ δὲ ἡ ῥίζα πρὸς ὅσα καὶ ἡ Κελτικὴ νάρδος.