Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 91
Dioscurides Pedianus, De materia medica 91-3
Not analysed yet
91 κοτυληδών· οἱ δὲ σκυτάλιον, ἄλλοι δὲ κυμβάλιον. φύλλον ἔχει ὥσπερ ὀξύβαφον περιφερές, λεληθότως κοῖλον, καυλίον δὲ βραχύ, ἐφʼ οὗ σπέρμα, ῥίζαν ὡς ἐλαίαν στρογγύλην. ταύτης καὶ τῶν φύλλων ὁ χυλὸς μετʼ οἴνου περιχριόμενος ἢ ἐγκλυζόμενος φιμοὺς τοὺς ἐν αἰδοίοις χαλᾷ, φλεγμονάς τε καὶ ἐρυσιπέλατα καὶ χιμέτλας καὶ χοιράδας καταπλασσομένη ὠφελεῖ καὶ στόμαχον καυσούμενον. ἐσθιόμενα δὲ τὰ φύλλα σὺν τῇ ῥίζη λίθους θρύπτει καὶ οὖρα κινεῖ καὶ ὑδρωπικοῖς σὺν οἰνομέλιτι δίδοται· χρῶνται δὲ αὐτῇ καὶ εἰς φίλτρα.