Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 92
Dioscurides Pedianus, De materia medica 92-2
Not analysed yet
92 ἀσκληπιάς· κλωνία ἀνίησι μακρά, ἐφ᾿ ὧν τὰ φύλλα κισσῷ ὅμοια, ῥίζας πολλάς, λεπτάς, εὐώδεις, ἄνθος βαρύοσμον, θπέρμα ὡς πελεκίνου φύεται ἐν ὄρεσι. βοηθοῦσι δὲ αἱ ῥίζαι σὺν οἴνῳ πινόμεναι στροφουμένοις καὶ θηριοδήκτοις καὶ τὰ φύλλα δὲ καταπλασσόμενα· ἁρμόζει καὶ πρὸς τὰ ἐν μαστοῖς καὶ μήτρᾳ κακοήθη.