Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 93
Dioscurides Pedianus, De materia medica 93-2
Not analysed yet
93 ἀτρακτυλίς· οἱ δὲ κνῆκον ἄγριον καλοῦσιν. ἄκανθά ἐστιν ἐοικυῖα κνήκῳ, μικρότερα δὲ πολλῷ φύλλα ἔχουσα ἐπ᾿ ἄκρῳ τῷ ῥαβδίῳ· τὸ δὲ πλεῖον γυμνόν, ᾧ καὶ αἱ γυναῖκες χρῶνται ἀντὶ ἀτράκτου· ἔχει δὲ καὶ κόμην ἐπ᾿ ἄκρου ἀκανθώδη, ἄνθος ὠχρόν· ῥίζα δὲ λεπτή, ἄχρηστος. ταύτης τὰ φύλλα καὶ ἡ κόμη καὶ ὁ καρπὸς λεῖα ποθέντα σὺν πεπέρει καὶ οἴνῳ σκορπιοπλήκτους ὠφελεῖ, ἱστοροῦσι δὲ ἔνιοι τοὺς πληχθέντας, ἄχρι μὲν ἂν κρατῶσι τὴν πόαν, ἀνωδύνους μένειν, ἀποτιθεμένους δὲ ἀλγεῖν.