Ancient Greek · ~2 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 98
Dioscurides Pedianus, De materia medica 98.1
Not analysed yet
98 χαμαίρωψ ἢ χαμαίδρυς ἢ λινόδρυς· οἱ δὲ καὶ ταύτην Τεύκριον καλοῦσι διὰ τὸ σῴζειν ἐμφέρειαν ποσὴν πρὸς Τεύκριον φύεται ἐν τραχέσι καὶ πετρώδεσι χωρίοις. ἔστι δὲ θαμνίσκος σπιθαμιαῖος φύλλα ἔχων μικρά, τῷ σχήματι καὶ τῇ σχίσει δρυῒ ὅμοια, πικρά, ἄνθος ὑποπόρφυρον, μικρόν· συλλέγειν δὲ αὐτὴν δεῖ ἐγκύμονα τοῦ καρποῦ. δύναμιν δὲ ἔχει χλωρά τε καὶ ξηρὰ ἀφεψηθεῖσα σὺν ὕδατι καὶ ποτιζομένη βοηθεῖν σπάσμασι, βηχί, σπληνὶ ἐσκιρρωμένῳ,