Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 97
Dioscurides Pedianus, De materia medica 97-2
Not analysed yet
97 Τεύριον· πόα ῥαβδοειδής, παρεοικυῖα χαμαίδρυῖ, λεπτόφυλλος, ἔχουσα ἐρεβίνθῳ πέταλον ὅμοιον. φύεται δὲ πλείστη ἐν Κιλικίᾳ τῇ κατὰ τὴν Σελεντίδα καὶ Κητίδα καλουμένην. δύναμιν δὲ ἔχει χλωρὰ μετ᾿ ὀξυκράτου ποθεῖσα ἢ ξηρὰ ἀποζεσθεῖσα καὶ πινομένη σπλῆνα τήκειν ἰσχυρῶς. καταπλάσσεται δὲ μετὰ σύκου καὶ ὄξους ἐπὶ σπληνικῶν, ἐπὶ θηριοδήκτων δὲ μετ᾿ ὄξους μόνου δίχα τοῦ σύκου.