Ancient Greek
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 98
Dioscurides Pedianus, De materia medica 98.2
Not analysed yet
δυσουροῦσιν, ὑδρωπικοῖς ἐν ἀρχαῖς· ἄγει καὶ ἔμμηνα καὶ ἔμβρυα 2 σπλῆνά τε τήκει σὺν ὄξει ποθεῖσα· πρὸς δὲ τὰ θηρία σὺν οἴνῳ πινομένη καὶ καταπλασσομένη ποιεῖ. λεία δὲ δύναται καὶ εἰς καταπότια ἀναπλάσσεσθαι πρὸς τὰ εἰρημένα, καθαίρει καὶ ἕλκη παλαιὰ σὺν μέλιτι· αἴρει δὲ ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς σὺν ἐλαίῳ λεία ἐγχριομένη· καὶ ἀλειφομένη δέ ἐστι θερμαντική.