Ancient Greek · ~1 min
ΠΕΔΑΝΙΟΥ ΔΙΟΣΚΟΥΡΙΔΟΥ ΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΥΛΗΣ ΙΑΤΡΙΚΗΣ ΛΟΓΟΣ ΤΡΙΤΟΣ, Chapter 99
Dioscurides Pedianus, De materia medica 99-2
Not analysed yet
99 λευκάς· ἡ ὀρεινὴ πλατυφυλλοτέρα τῆς ἡμέρου ἐστὶ καὶ δριμυτέρα, δριμύτερον καὶ πικρότερον ἔχουσα τὸν καρπὸν καὶ ἀστομώτερον· δραστικωτέρα μέντοι τυγχάνει τῆς ἡμέρου. ἐπιπλασσόμεναι δὲ καὶ πινόμεναι ἀμφότεραι ἁρμόζουσι μετ᾿ οἴνου ἐπὶ τῶν ἰοβόλων καὶ μάλιστα τῶν θαλασσίων.