Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ, Chapter 99
Dioscurides Pedianus, De materia medica 99
Not analysed yet
99 σήσαμον κακοστόμαχον καὶ δυσωδίας στόματος ποιητικόν, ὁπόταν βιβρωσκόμενον ἐμμείνῃ μεταξὺ τῶν ὀδόντων. καταπλασθὲν δὲ διαφορεῖ τὰς ἐν νεύροις παχύτητας καὶ τὰ ἐν ὠσὶ θλάσματα καὶ φλεγμονάς καὶ πυρίκαυτα καὶ κόλου ἀλγήματα, καὶ κεράστου δῆγμα θεραπεύει· σὺν ῥοδίνῳ δὲ κεφαλῆς ἀλγήματα ἐξ ἐγκαύσεως γινόμενα παραμυθεῖται. ἡ δὲ πόα καθεψηθεῖσα ἐν οἴνῳ τὰ αὐτὰ ποιεῖ, μάλιστα δὲ φλεγμοναῖς ὀφθαλμῶν καὶ περιωδυνίαις ἁρμόζει. γίνεται δὲ καὶ ἔλαιον ἐξ αὐτοῦ, ᾧ οἱ ἐν Αἰγύπτῳ χρῶνται.