Ancient Greek · ~2 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 99
Dioscurides Pedianus, De materia medica 99-3
Not analysed yet
99 φῦκος θαλάσσιον· γίνεται τὸ μέν τι αὐτοῦ πλατὺ τὸ δὲ ὑπόμηκες καὶ |ὑποφοινικίζον, τὸ δὲ οὖλον, φυόμενον δὲ ἐν Κρήτῃ πρὸς τῇ γῇ, εὐανθὲς σφόδρα καὶ ἄσηπτον. στυπτικὴν δʼ ἔχει πάντα τὴν δύναμιν, ποιοῦντα ἐν καταπλάσμασι ποδαγρικοῖς καὶ ταῖς ἄλλαις φλεγμοναῖς. δεῖ δὲ αὐτοῖς χρῆσθαι ἐνίκμοις πρὸ τοῦ ξηραίνεσθαι. Νίκανδρος (Th. 845) δέ φησι καὶ θηριακὸν εἶναι τὸ φοινικοῦν, ὅπερ ἔδοξαν ἔνιοι εἶναι, ᾧ αἱ γυναῖκες χρῶνται, ὄντος ἐκείνου ῥιζίοι, ὁμωνύμως δὲ καλουμένου φύκους.