Ancient Greek · ~1 min
ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ., Chapter 100
Dioscurides Pedianus, De materia medica 100-3
Not analysed yet
100 ποταμογείτων· φύλλον ἐστὶν ὅμοιον τεύτλῳ, δασύ, ὑπερκύπτον ὀλίγον τοῦ ὕδατος. ψύχει δὲ καὶ στύφει, ἁρμόζον κνησμοῖς καὶ νεμομένοις καὶ παλαιοῖς ἕλκεσιν· ὠνόμασται δὲ διὰ τὸ ἐν τέλμασι καὶ ἐνύδροις τόποις φύεσθαι.