Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 101
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 101.2
Not analysed yet
κάρδαμον καὶ τὸ σπέρμα πινόμενον, κορίου σπέρμα ὀλίγον μετὰ ὕδατος —πλεῖον δὲ ποθὲν κάρον ποιεῖ —,κόστος σὺν οἴνῳ ἢ οἰνομέλιτι, κρόκος ὁμοίως, λινόσπερμον μετὰ οἰνομέλιτος καὶ πεπέρεως ἀντὶ κοπτῆς λαμβανόμενον, μαράθου δάκρυον, πράσου καρπὸς ἐσθιόμενος καὶ χυλὸς πινόμενος, σατυρίου Ἐρυθραικοῦ τὸ σπέρμα —ἔστι δὲ ὅμοιον τῷ ἐν τοῖς ἀπίοις 〈ἢ〉 μήλοις, στιλβότερον δὲ καὶ γλίσχρον διαμασηθέν —,σκίγκος ποθεὶς Ἰνδικός —ἀποπαύει δὲ τὰς ἐντάσεις φακοῦ ἀφέψημα ἐπιποθέν —,σταφυλίνου ἀγρίου σπέρμα, τερεβίνθου καρπὸς ἐσθιόμενος.