Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 27
Dioscurides Pedianus, Euporista 27
Not analysed yet
(27)ἵστησι δὲ ἱδρῶτας ἐπὶ τῶν διαφορουμένων καταπασσόμενα· γῆ Σαμία, γύψος, λιθάργυρος, κηκίς, σχιστή, μυρρίνη, θεῖον ἄπυρον, ἔλαιον τὸ ἐξ ἀγριελαίας, μυρσίνινον, τερμίνθινον, οἰνάνθινον, ῥόδινον, μήλινον, σχίνινον. καταχριόμενα δὲ ἵστησιν μάννα καὶ ἄμυλον σὺν ᾠοῦ τῷ λευκῷ, ἢ βολβὸς λεῖος σὺν πεπέρει καὶ κνίδης σπέρματι καὶ κηρῷ ὀλίγῳ καὶ κόμμει καὶ ὀνώνιδος σπέρματι καὶ νίτρῳ ὀλίγῳ.