Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 34
Dioscurides Pedianus, Euporista 34
Not analysed yet
(32) ἐκλειχόμενα δὲ ὠφελεῖ· δρακοντίου ῥίζα ἑφθὴ μετὰ μέλιτος, ἀμύγδαλα πικρὰ μετὰ ἐλελισφάκου σὺν μέλιτι θερμαινόμενα· 〈θύμος〉 ἢ θύμβρα, ἢ ὕσσωπον, ἢ στοιχὰς σὺν μέλιτι, λινόσπερμον λεῖον σὺν ἴριδι καὶ καρύοις πικροῖς καὶ μέλιτι, κνίδης σπέρμα ὁμοίως, πίσσα, πισσέλαιον ὁμοίως, πράσιον ξηρὸν καὶ ὑγρὸν λεῖον σὺν μέλιτι· ἢ ῥητίνη πιτυίνη ὑγρὰ ἢ τερμινθίνη ἐκλειχομένη, σκόρδιον σὺν καρδάμῳ ἢ ῥητίνῃ καὶ μέλιτι, στρουθίου κοχλιάριον σὺν μέλιτι, τραγορίγανον σὺν μέλιτι, τραγάκανθα ὑποχυλιζομένη, φλόμου ῥίζα σὺν μέλιτι, μελάνθιον λεῖον βεβρεγμένον ἀναλημφθὲν σταφίδος σαρκὶ ἢ φοινίκων [ἢ] γλυκέων.