Ancient Greek
39.2 to 39.3
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 39.2-3
Not analysed yet
ἀνύει δὲ καὶ τὰ πρὸς τοὺς περιπνευμονικοὺς ἀναγεγραμμένα, καὶ ταῦτα δέ· στρόβιλος ὅλος νέος σὺν τῇ περὶ αὐτὸν ῥητίνῃ θλασθεὶς ἐπιμελῶς καὶ ἑψηθεὶς ἐν γλυκεῖ —καλλίων δὲ ὁ σκυβελίτης ἀντὶ τοῦ γλυκέος —καθ’ ἑκάστην ἡμέραν λαμβανόμενος· ἢ γλήχων σὺν μέλιτι, κάρδαμον φωκτὸν ὁμοίως· θύμος, θύμβρα, ὕσσωπον ἀποζεσθέντα σὺν ὕδατι, χαλβάνη ἀντὶ καταποτίου, ἄλευρον κυάμινον μετὰ δρακοντίου ῥίζης ἢ ἀμυγδάλων ἐν ῥοφήματι λείων 〈ἢ〉 σὺν μέλιτι ἐκλειχόμενον· ὄρχεως τῆς σαραπιάδος ἡ ῥίζα πινομένη, πίσσα ὑγρὰ σὺν μέλιτι ἐκλειχομένη, σαγαπηνὸν σὺν μελικράτῳ, σκορδίου ῥίζα ὁμοίως καὶ τοῦ καρποῦ 〈· α′ σὺν οἴνῳ.