Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 47
Dioscurides Pedianus, Euporista 47
Not analysed yet
(45) εἰλεώδεις δὲ ὠφελεῖ ἐνιέμενα· ἔλαιον πηγάνου αὐτῷ ἐναφεψηθέντος ἢ ἀψινθίου, σῦκα ξηρὰ μετ’ ἐλαίου καὶ πηγάνου ἑψηθέντα, κύμινον σὺν ἐλαίῳ ἑψηθέν. τοὺς δὲ χρονίους ὠφελεῖ κολοκυνθὶς ἀφεψηθεῖσα σὺν ὕδατι καὶ ἐγκλυσθεῖσα, ἀσφάλτου 〈· δ′ μετὰ ὕδατος ὁμοίως ἐγκλυσθεῖσαι. ὠφελοῦνται δὲ οἱ εἰλεώδεις ἰρίνῳ μύρῳ ποτιζόμενοι, ἀσφάλτῳ μεθ’ ὕδατος ἢ ἐλαίῳ μεθ’ ὕδατος καὶ νίτρου· πάνακος 〈· β′, νίτρου 〈· α′, κυμίνου 〈· β′, μέλιτι μείξας δίδου καρύου Ποντικοῦ τὸ μέγεθος σὺν ὕδατι θερμῷ.