Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 65
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 65.7
Not analysed yet
χαμαιλέοντος λευκοῦ ῥίζης 〈· β′ μετὰ γλυκέος, καὶ τὸ ἀφέψημα δὲ τῆς ῥίζης λαμβανόμενον ἰσχναίνει· χρυσοκόμης 〈ῥίζης〉 δεσμίδιον ὠμὸν λεῖον σὺν οἴνῳ, ψυλλίου σπέρματος 〈· α′ μεθ’ ὕδατος κυ′ γ′, τριβόλου ῥίζης 〈· α′ μετ’ ἀκράτου κυ′ γ′ ἢ δ′ πινομένη, κνεώρου 〈· α′ μετὰ ἁλῶν 〈· α′ καὶ μελικράτου, ἠρύγγης ῥίζα ξηρὰ μετ’ οίνου, καὶ τὸ ἀφέψημα 〈δὲ〉 αὐτῆς πινόμενον οὖρα λύει· χαλκοῦ κεκαυμένου 〈· α′ μετ’ οἴνου ἀλύπως ἄγει ὕδωρ·