Ancient Greek
ΠΕΔΙΑΝΟΥ ΔΙΟΣΟΥΡΙΔΟΥΑΝΑΖΑΡΒΕΩΣ ΠΕΡΙ ΑΠΛΩΝ ΦΑΡΜΑΚΩΝ ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 89
Dioscurides Pedianus, Περὶ ἀπλῶν φαρμάκων 89.1
Not analysed yet
(84)ἐγκαθίσματα δὲ ῥοῦν ἵστησιν —δεῖ δὲ χλιαροῖς ἐγκαθέζειν —ἀγριελαίας ἀπόζεμα, σχίνου, βάτου, ἀγαλόχου, δρυὸς φύλλων καὶ φλοιοῦ καὶ βαλάνου καὶ πρίνου, μυρσίνης, στεμφύλων, ῥοὸς βυρσοδεψικῆς, σιδίων. (85) ἐπιτίθεται δὲ κατὰ τοῦ ἐπιγαστρίου εἰς τὸ ἐπισχεῖν ῥοῦν κρίθινον 〈ἄλευρον〉 σὺν κηκῖδι λείᾳ 〈ἢ〉 σιδίοις ἢ βαλαυστίῳ ἢ βάτῳ ἢ τρυγὶ ὄξους ἢ πρίνου 〈φλοιῷ〉 ἢ βαλάνων ἢ μυρσίνης φύλλοις ἢ σχοίνου ἢ Θηβαικοῖς 〈φοίνιξιν〉.