Ancient Greek
APF 63 (2017), p. 156-166 no. 4
Documentary Papyri, Apf 63 158
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Φασήλῳ Αἰνας χαίρειν. πρὸ μὲν πάντων εὔχομαι ὑμᾶς ὁλοκλήρους ἀπολαβεῖν. …τὰς συσκευὰς τῶν Ὀασιτῶν Εὐτολμίου πρῶτον τούτου χεῖρον οὐδὲν ἵνα ἄρωμεν ἀπὸ Πορφύρου ὅσην κριθῶν ἠνέγκομεν ἐπὶ τὴν Ὄασιν τριετίας πόσα ἐμαχεσάμην. τῷ δουκὶ ἔντυχε πάντως ἐξετάσαι ἐὰν τίσηται ἵνα ἡ Ὄασις κτήσεις δώσῃ ὑπὲρ Πορφύρου. καὶ ἀπαιτοῦσι τούτου χεῖρον οὐδὲν ἵνα μηδὲ εὕρωμεν φαγεῖν, τὶ ἂν ᾖ, δαπανήσωμεν. Εὐτολμίου συσκευῶν καὶ πάντων μηδὲν ἀμελήσητε· ἐγὼ γὰρ κατὰ δύναμιν ἐμαχεσάμην καὶ εἰσβαίνω ἐν Ἀλεξανδρείᾳ. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. κυρίῳ μου ἀδε λφῷ Φασήλῳ.