Ancient Greek
APF 63 (2017), p. 166-170 no. 5
Documentary Papyri, Apf 63 167
Not analysed yet
διὰ πολλοῦ χρόνου ἐπιστολὰς παρὰ τῆς ὑμετέρας ἀδελφικῆς μεγαλοπρεπείας οὐκ ἐδεξάμην, ὅμως δὲ χαρᾷ ἐχάρην …ὥστε καὶ σὺ τοιαύτης προαιρέσεως ἔσχες πρὸς ἐμέ. Θέλησον δὲ γράψαι μοι διὰ τὴν κυρίαν Εὐτροπίαν, ἐπειδὴ πάνυ θλίβομαι εἰς τοῦτο, καὶ πολλά σε ἀσπάσομαι. ἐξ ἐμοῦ δὲ προσκυνήσῃς τὴν γυναῖκά σου …μίαν καὶ τὸ γλυκύτατον αὐτῆς τέκνον Σύρον φίλον ἐμὸν καὶ τὴν ἐμὴν θυγατέρα καὶ τὴν Ἀμαρκαδοῦν. ἐγὼ δὲ Βίκτωρ ὁ ὑμέτερος οἰκεῖος πολλὰ τὰ σεβάσμια ἴχνη τοῦ ἐμοῦ δεσπότου προσκυνῶ. ἐπίδος σὺν θεῷ τῷ γλυκυτάτῳ ἀδελφῷ Τιμοθέῳ σὺν θεῷ κόμετι παρὰ Θεοτίμας ἀδελφῆς.