Ancient Greek
BASP 61 (2024), p. 149-155
Documentary Papyri, Basp 61 151
Not analysed yet
Χαρίτιον Ἡρακλείδου μετὰ κυρίου τοῦ υἱοῦ Σκύλακος τοῦ Σκύλακος Ὀνησίμῳ τέκτονι χαίρειν. πέπρακά σοι ἃ ἔχω ἐπ’ ὀφρύσι ὑποδοχείων μου δύο περὶ Θεαδέλφιαν ἰτέινα φυτὰ παντοῖα καὶ ἀκάνθινα δύο ἃ καὶ κόψεις καὶ βαστάξεις ἕως μηνὸς Φαμενωθ καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς τεσσαράκοντα τέσσαρας καὶ βεβαιώσω πάσῃ βεβαιώσει. ἔτους δεκάτου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, μηνὸς Ἁδριανοῦ κθ.