Ancient Greek
BASP 61 (2024), p. 159-164 no. 1
Documentary Papyri, Basp 61 160_1
Not analysed yet
ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ ἑκκαιδεκάτῃ ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Ἥρων Ἥρωνος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τριάκοντα ἑπτὰ οὐλὴ ῥινὶ μέσῃ Ἀφροδισίωι Φιλίππου Ἀντινοεῖ ὡς ἐτῶν τριάκοντα ἓξ οὐλὴ χείλει τῷ κάτω ἐκ δεξιῶν ἔχειν παρʼ αὐτοῦ ἀργυρίου δραχμὰς ἑξήκοντα παραθήκην ἀκίνδυνον παντὸς κινδύνου, ἣν καὶ ἀποκαταστήσειν τὸν ὁμολογοῦντα τῶι Ἀφροδισίωι ὁπηνίκα ἐὰν αἱρῆται ὁ Ἀφροδίσιος ἄνευ πάσης ὑπερθέσεως …