Ancient Greek
BGU 1 153
Documentary Papyri, Bgu 1 153
Not analysed yet
ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ξανδικοῦ κδ Μεχεὶρ κδ ἐν Διονυσιάδι τῇ πρὸς τοῖς Χαλκωρυχίοις τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Διδύμη Πετεσούχου τοῦ Παποῦτος ἀπὸ κώμης Διονυσιάδος ὡς ἐτῶν πεντήκοντα ἄσημος μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀγχορίμφιος τοῦ Πάπου ὡς ἐτῶν ἑξήκοντα οὐλῇ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς Ἁρπαγάθῃ ὡς ἐτῶν ἑξήκοντα οὐλῇ ὀφρύι δεξιᾷ, καὶ Σαταβοῦτι ὡς ἐτῶν πεντήκοντα οὐλῇ πήχει ἀριστερῷ, ἀμφοτέροις Σαταβοῦτος τοῦ Ἁρπαγάθου ἀπὸ κώμης Σοκνοπαίου Νήσου Ἡρακλείδου μερίδος πεπρακέναι τὴν ὁμολογοῦσαν Διδύμην τῷ Ἁρπαγάθῃ καὶ Σαταβοῦτι κοινῶς ἐξ ἴσου ἀπὸ τοῦ νῦν διὰ παντὸς τὴν ὑπάρχουσαν αὐτῇ Διδύμῃ κάμηλον μίαν τελείαν θήλειαν μελαίναν κεχαραγμένην ἐπὶ τῷ δεξιῷ μηρῷ θῆτα ε καὶ νῦ ἦτα καὶ ἐπὶ τῇ δεξιᾷ σιαγόνι κα καὶ ἄλφα, ἣν καὶ παρείληφαν ὅ τε Ἁρπαγάθης καὶ Σαταβοὺς ταύτην τοιαύτην ἀναπόριφον ἀφʼ ὧν ἔχει ἡ Διδύμη ἐν ἀπογραφῇ καμήλων ἐπὶ κώμης Διονυσιάδος κὰ ἀπέχειν τὴν Διδύμην παρὰ Ἁρπαγάθου καὶ Σαταβοῦτος τὴν συνπεφωνημένην τῆς καμήλου τιμὴν κοινῶς ἀργυρίου δραχμὰς ὀκτακοσίας παραχρῆμα καὶ βεβαιώσειν τὴν Διδύμην πάσῃ βεβαίωσει καὶ ἀπὸ δημοσίων ταύτης μέχρι τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους καὶ αὐτοῦ καὶ ἐπάναγκον τὸν Ἁρπαγάθην καὶ Σαταβοῦν ταύτην ἀπογράψασθαι ἐν τῇ τῶν καμήλων ἀπογραφῇ τοῦ εἰσιόντος ἑκκαιδεκάτου ἔτους ἐπʼ ὀνόματος αὐτῶν ἐπὶ κώμης Σοκνοπαίου Νήσου καὶ ἀποδώσειν αὐτοὺς τὰ ἀπὸ τοῦ ἑκκαιδεκάτου ἔτους δημόσια ταύτης. ὑπογραφεῖς τῆς αὐτῆς Διδύμης Ἀγχορῖμφις ὁ προγεγραμμένος τῶν δὲ ἄλλων Ἁρπαγάθης Διδύμη Πετεσούχου τοῦ Παποῦτος μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀγχορίμφιος Πάπου ὁμολογῶ πεπρακέναι τῷ Ἁρπαγάθι καὶ Σαταβοῦτι κοινῶς τὴν προκειμένην κάμηλον μίαν θήλειαν τελείαν μέλαιναν κεχαραγμένην ἐπὶ τῷ δεξιῷ μηρῷ θε καὶ νη καὶ ἐπὶ τῇ δεξιᾷ σιαγόνι κλα ταύτην τοιαύτην ἀναπόριφον καὶ ἀπέχω τὴν τιμὴν ἀργυρίου δραχμὰς ὀκτακοσίας καὶ βεβαιώσω ὡς πρόκειται. Ἀγχορῖνφις ἔγραψα καὶ ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Ἁρπαγάθης καὶ Σαταβοὺς ἀμφότεροι Σαταβοῦτος τοῦ Ἁρπαγάθου ἠγοράκαμεν κοινῶς τὴν προκειμένην κάμηλον ἣν καὶ ἀπογραψόμεθα ἐν τῇ τοῦ ἑκκαιδεκάτου ἔτους ἀπογραφῇ καμήλων καθὼς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν Ἁρπαγάθης Πακύσεως μὴ εἰδότων γράμματα. ἔτους ιε Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Εὐσεβοῦς Σεβαστοῦ Μεχεὶρ κδ ἀναγέγραπται διὰ γραφείου Διονυσιάδος