Ancient Greek
BGU 1 154
Documentary Papyri, Bgu 1 154
Not analysed yet
λαογράφοις κώμης Καρανίδος παρὰ Ἡραίδος Σαταβοῦτος τοῦ Φανομγέως μητρὸς Τανεσνέως τῆς Πνεφερῶτος ἀπὸ κώμης Καρανίδος μετὰ κυρίου τοῦ πατρὸς Σαταβοῦτος. ὑπάρχει μοι ἐν κώμῃ Καρανίδι τῆς Ἡρακλείδου μερίδος ἐπʼ ἀμφόδου Δημητρίου ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς καὶ ἐξέδρας, ἐν ᾧ κατοικῶ καὶ ἀπογράφομαι ἐμαυτὴν καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφὴν ἐπὶ τῆς προκειμένης κώμης Καρανίδος, ἐφʼ ἧς καὶ τῇ τοῦ θ ἔτους κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμην. καὶ εἰμὶ Ἡραὶς ἡ προγεγραμμένη ἐτῶν ιϛ ἄσημος καὶ ὁ πατήρ μου Σαταβοῦς Φανομγέως τοῦ Φανομγέως, μητρὸς Ἡρᾶτος τῆς Ἐσούρεως ἐτῶν μδ ἄσημος καὶ ἡ μήτηρ μου Τανεσνεὺς τῆς Πνεφερῶτος τοῦ Πετεσούχου μητρὸς Τασουχαρίου ἐτῶν λθ ἄσημος, Τασουχάριον ὁμοπάτριος καὶ ὁμομήτριός μου ἀδελφὴ ἐτῶν θ ἄσημος. ὑπάρχει δὲ τῇ προγεγραμμένῃ μητρί μου Τανεσνεῖ ἐν τῇ αὐτῇ κώμῃ Καρανίδι ἐπὶ τοῦ αὐτου ἀμφόδου …μέρος οἰκιῶν δύο καὶ αὐλῶν …διὸ ἐπιδίδωμι …Ἡραὶς ἡ προγεγραμμένη μετὰ κυρίου τοῦ πατρὸς Σαταβοῦτος …ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Ἐπεὶφ κγ …