Ancient Greek
BGU 1 197
Documentary Papyri, Bgu 1 197
Not analysed yet
ἔτους τετάρτου Τιβερίου Καίσαρος Σεβαστοῦ μηνὸς Ἀπελλαίου ἑπτακαιδεκάτῃ, Φαῶφι ἑπτακαιδεκάτῃ ἐν Διονυσιάδι τῇ πρὸς τοῖς χαλκωρυχίοις τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσε Θερμοῦθις Στοτοήτιος ὡς ἐτῶν πεντήκοντα οὐλὴ ὀφρύι δεξιᾷ μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Πολυδεύκου τοῦ Εὐφροσύνου ὡς ἐτῶν τριάκοντα …οὐλὴ μήλῳ ἀριστερῶι Σωτηρίχωι Πετεσούχου ὡς ἐτῶν …οὐλὴ ῥινὶ μέσῃ καὶ τῷ τούτου υἱῷ Πετεσούχωι ὡς ἐτῶν τ… οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν, τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγονῆς ἀλλήλων ἐγγύοις εἰς ἔκτισιν τὸν ὑπάρχοντα αὐτῇ περὶ τὰ χαλκωρύχια πρότερον Κεφάλωνος κλῆρον ἀρουρῶν δύο ἢ ὅσων ἐὰν ᾖ …εἰς ἔτη δύο ἀπὸ τοῦ ἐνεστῶτος τετάρτου ἔτους Τιβερίου Καίσαρος ἐπὶ τρίτωι μέρει τοῖς μεμισθωμένοις τῶν ἐγβησομένων κατʼ ἔτος ἐκ τοῦ κλήρου γενημάτων καὶ ἐπιγενημάτων ὄντι καθαρῷ ἀπὸ δημοσίων καὶ παντὸς εἴδους· μὴ ἐξέστω τοῖς μεμισθωμένοις προλιπεῖν τὴν μίσθωσιν ἐντὸς τοῦ χρόνου, τὰ δὲ κατʼ ἔτος ἔργα πάντα τοῦ κλήρου τούς τε χωματισμοὺς καὶ ποτισμοὺς καὶ βοτανισμοὺς καὶ τὴν ἄλλην γεωργικὴν ὑπουργίαν ἐπιτελείτωσαν οἱ μεμισθωμένοι κατὰ καιρὸν ἐκ τοῦ ἰδίου καὶ σπείροντες κατʼ ἔτος, οἷς ἐὰν αἱρῆται ἡ Θερμοῦθις τῆς αὐτῆς χορηγούσης τὸ δίμοιρον μέρος τῶν εἰς τὴν γῆν σπειρομένων τῶν μεμισθωμένων χορηγούντων τὸ λοιπὸν …ἑαυτοῖς παρεχόμενοι βο…ο…εε…πε… πρὸς τοὺς μεμισθωμένους …ταν αἱρουμένων πρ… ἔσται κατʼ ἔτος ἐφαμ… κλήρου μέρος καὶ οἱ μεμισθωμένοι …καὶ μετὰ τὸν χρόνον παραδότωσαν οἱ μεμισθωμένοι …χέρσου ἀγρώστεως δείσης πάσης θρύου δὲ καὶ καλάμου …ἐὰν δέ τι τῶν προκιμένων παραβῇ ὁ μεμισθωμένος ……ἡ Θερμοῦθις …