Ancient Greek
BGU 1 199 Ro
Documentary Papyri, Bgu 1 199r
Not analysed yet
Φιλοξένῳ στρατηγῷ Ἀρσινοιτῶν Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν τῆς Ἡρακλείδου μερίδος παρὰ Πανεσνέως πράκτορος ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου κατʼ ἄνδρα εἰσπράξεως τῶν διαγεγραμμένων ἡμῖν εἰς ἀρίθμησιν μηνὸς Μεσορὴ τοῦ ἐνεστῶτος γ ἔτους. ἔστι δὲ τὸ καθʼ ἕν · Στοτοῆτις καὶ Πακῦσις ἱερεῖς τῆς …φυλῆς καὶ ἄλλοι ἱερεῖς φόρου βωμῶν δραχμ …καὶ ὑποκειμένου ἐπιστρατηγίᾳ ἄλλας δραχμὰς σπ καὶ διὰ πρεσβυτέρων τῆς κώμης φόρου προβάτων ἄλλας δραχμὰς σ Πανεσνεὺς πράκτωρ διὰ Ἁρπάλου γραμματέως ἐπιδέδωκα. ἔτους γ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ Θῶθ κ.