Ancient Greek
BGU 1 213
Documentary Papyri, Bgu 1 213
Not analysed yet
ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παῦνι β διέγραψε Μυσθαρίωνι μισθωτῇ διπλώματος ὄνων Καρανίδος Ἀπλωνοῦς Σεραπίωνος μηχαναρία ὑπὲρ διπλώματος ιε ἔτους ὑπὲρ ὄνου ἑνὸς ἀργυρίου δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η καὶ τῷ ιϛ ἔτει Τραιανοῦ Καίσαρος τοῦ κυρίου Φαμενὼθ β ὑπὲρ ὄνου ἑνὸς ἀργυρίου δραχμὰς ὀκτὼ γίνονται δραχμαὶ η.