Ancient Greek
BGU 1 214
Documentary Papyri, Bgu 1 214
Not analysed yet
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Φαῶφι λ. διέγραψαν διʼ Ἀπύγχεως καὶ μετόχων πρακτόρων ἀργυρικῶν Σοκνοπαίου Νήσου Στοτουῆτις Ἀπύγχεως καὶ Παπεῖς Σωτοῦ πρεσβύτεροι κώμης Σοκνοπαίου Νήσου ὑπὲρ χωμάτων ιδ ἔτους ἀργυρίου ῥυπαρὰς δραχμὰς τεσσεράκοντα γίνονται δραχμαὶ μ μὴ προσχρησάμενοι ἑτέρῳ συμβόλῳ διὰ τὸ φάσκειν παραπεπτωκέναι