Ancient Greek
BGU 1 275
Documentary Papyri, Bgu 1 275
Not analysed yet
Αὐρηλίωι Σεπτιμίῳ Ἰουλιανῷ ἑκατοντάρχῳ παρὰ Οὐαλερίου Ἀπολιναρίου Ἀντινοέως. νυκτὶ τῇ φερούσῃ εἰς τὴν κβ τοῦ ὄντος μηνὸς Ἁδριανοῦ ἐπῆλθον τινες, οὓς ἀγνοῶ, ᾗ ἔχω αὐλῇ προσκυρούσῃ οἰκίᾳ μου, οὔσῃ ἐν ᾗ γεουχῶ κώμῃ Καρανίδι, ἐν ᾗ αὐλῇ ἐστιν ἀποκειμένη μηχανή, καὶ ἐπείρασαν αὐτὴν ἐπανοῖξαι καὶ οὐκ ἐξίσχυσαν, ὅπερ φανερὸν ἐποίησα τοῖς τῆς κώμης δημοσίοις. ὅθεν αὐτὸ τοῦτο φανερόν σοι ποιῶ πρὸς τὸ μηδεμίαν ζήτησιν πρὸς ἐμὲ εἶναι. διευτύχει. ἔτους κδ Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρετανικοῦ Μεγίστου Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ Ἁδριανοῦ κδ.