Ancient Greek
BGU 1 276
Documentary Papyri, Bgu 1 276
Not analysed yet
Δεῖος Πτολεμαίῳ τῷ τιμιωτάτῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν σῶν πάντων. τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι. παρακληθείς, κύριέ μου ἄδελφε, λαβὼν τὰ γράμματα Σερήνου τοῦ νομικοῦ πρὸς Σερῆνον γενέσθαι, ἵνα ἀπολάβῃς τὴν τιμὴν τοῦ βάρδου πρόδικον ὃς ἠγόρασται δηναρίων ξε ἀπὸ δραχμῶν το καὶ αὐτὸς πέπεισται τῆ τιμῇ, ἧς ἔμελλον αὐτὸ πωλεῖν, καὶ Τιβέρις πέπεισται ὑπὸ Σερήνου, ὅτι ἐμοῦ ἐστιν ὁ βάρδος, καὶ ἔμαθεν περὶ τῆς ἐπιστολῆς τῆς γραφείσης ὑπὸ Σερήνου. τὸν ἀδελφόν μου σὺν σοὶ δέξαι καὶ λαβὼν τὴν τιμὴν τῇ μητρί μου ἀποκατάστησον ἢ τὸ εἶδος, ἐὰν δὲ μὴ λάβῃς τὰ γράμματα Σερήνου παρὰ σοὶ ἤτω ἀσπάζομαι ὑμᾶς πάντας κατʼ ὄνομα καὶ Ὠριγένης ὑμᾶς ἀσπάζεται πάντας. ἐρρῶσθαί σε εὔχομαι εὐτυχοῦντα. Πτολεμαίῳ …νπι… ἀπὸ τοῦ ἀδελφοῦ.