Ancient Greek
BGU 1 352
Documentary Papyri, Bgu 1 352
Not analysed yet
Σοκνοπαίου Νήσου. κάμηλοι γ. Οὐεγέτῳ τῷ καὶ Σαραπίωνι στρατηγῷ καὶ Ἑρμείνῳ βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Τεσενούφιος τοῦ Τεσενούφιος Κιώβιος ἀπὸ Σοκνοπαίου Νήσου. οὓς ἀπεγραψάμην τῷ διεληλυθότι κ ἔτει ἔτι ἀφῆλιξ ὢν διὰ φροντιστοῦ Πανούφεως τοῦ Τεσενούφεως καμήλους τελείους τρεῖς ἐπὶ τῆς κώμης, ἀπογράφομαι καὶ εἰς τὸ ἐνεστὸς κα ἔτος Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου ἐπὶ τῆς αὐτῆς κώμης. κατεχωρίσθησαν στρατηγῷ κάμηλοι τρεῖς ἔτους κα Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ γ. κατεχωρίσθησαν βασιλικῷ γραμματεῖ κάμηλοι γ ἔτους κα Ἁδριανοῦ τοῦ κυρίου Μεχὶρ γ Πτολεμαῖος· ἐξηριθμήθη συμφώνως. ἐξηριθμήθη βασιλικῷ γραμματεῖ συμφώνως.