Ancient Greek
BGU 1 353
Documentary Papyri, Bgu 1 353
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλοι β πῶλοι β Ἀπολλινάρι στρατηγῷ καὶ Σαραπίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Ὥρου τοῦ Ὥρου τοῦ Ἁρπαγάθου ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἀφʼ ὧν ἀπεγραψάμην τῷ διεληλυθότι ἔτει περὶ τὴν κώμην καμήλων δ πέπρακα τῷ διεληλυθότι ἔτει Διονυσίῳ Σώτου ἀπὸ ἀμφόδου Ὡρίωνος Ἱερακείου κάμηλον α καὶ Στοτοήτι Στοτοήτεως τοῦ Στοτοήτεως τῷ ἐνεστῶτι μηνὶ κάμηλον α, τὰς δὲ λοιπὰς καμήλους δύο καὶ τοὺς ἐξ ἐπιγονῆς αὐτῶν νῦν γενομένους πώλους δύο ἀπογράφομαι καὶ εἰς τὸ ἐνεστὸς δ ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἐπὶ τῆς κώμης ἀπεγράφησαν στρατηγῷ κάμηλοι β πῶλοι β ἔτους δ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ε. ἀπεγράφησαν βασιλικῷ γραμματεῖ κάμηλοι β πῶλοι β …