Ancient Greek
BGU 1 51
Documentary Papyri, Bgu 1 51
Not analysed yet
ἐσημειώθη Σοκνοπαίου Νήσου κάμηλοι ζ πῶλοι β Ἀπολλινάριστρατηγῷ καὶ Σαραπίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος. παρὰ Πανεφρέμμεως Ὥρου τοῦ Στοτοήτιος ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἀφʼ ὧν ἀπεγραψάμην τῷ διεληλυθότι ε ἔτει καμήλων θ, πέπρακα τῷ ἐνεστῶτι μηνὶ Μεχεὶρ Παμίῃ Στοτοήτιος ἀπὸ τῆς αὐτῆς κώμης καμήλους β, τοὺς δὲ λοιποὺς καμήλους ἑπτὰ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ϛ ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου σὺν τοῖς ἐξ ἐπιγονῆς αὐτῶν γενομένοις πῶλοις δυσί. ἀπεγράφησαν στρατηγῷ κάμηλοι ζ, πῶλοι β, ἔτους ϛ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ε ἀπεγράφησαν βασιλικῷ γραμματεῖ κάμηλοι ζ, πώλοι β.