Ancient Greek
BGU 1 52
Documentary Papyri, Bgu 1 52
Not analysed yet
Σοκνοπαίου κάμηλοι η, πῶλοι β. Αἰλίῳ Σαραπίωνι στρατηγῷ καὶ Σαραπίωνι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Πανεφρέμμεως Ὥρου τοῦ Στοτοήτεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου ἀφʼ ὧν ἀπεγραψάμην τῷ διεληλυθότι ζ ἔτει καμήλων η, πώλου α τῶν ἐπὶ τὸ αὐτὸ καμήλων θ, πέπρακα τῷ ἐνεστῶτι η ἔτους Παπεῖτι Ἐριέως τοῦ Παπεῖτος ἀπὸ τῆς αὐτῆς κώμης κάμηλον α, τοὺς δὲ λοιποὺς καμήλους η ἀπογράφομαι εἰς τὸ ἐνεστὸς η ἔτος Ἀντωνείνου Καίσαρος τοῦ κυρίου καὶ τοὺς ἐπιγεγινότας ἐξ ἐπιγονῆς πώλους β. ἀπεγράφη παρὰ στρατηγῷ διὰ Ἡρα βοηθοῦ κάμηλοι η, πῶλοι β· ἀπεγράφη βασιλικῷ γραμματεῖ· κάμηλοι η, πῶλοι β Ἀρτεμίδωρος ἐγμετρης ἐμετρη συνφώνως διὰ Ἀπολλωνίου συνφώνως διὰ Ἀπολλωνίου βοηθοῦ. Ἰσίδωρος· ἐξηριθμήθη συνφώνως ἐξηριθμήθη βασιλικῷ γραμματεῖ συνφώνως. διεφθάρησαν β καὶ προσβαίνουσι πῶλοι γ