Ancient Greek
BGU 1 67
Documentary Papyri, Bgu 1 67
Not analysed yet
ἔτους ζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Παῧνι κ. Λάμπων καὶ Πτολεμαῖος καὶ Παπείριος γραμματεῖς σιτολόγων κώμης Νειλουπόλεως μεμετρήμεθα ἐν θησαυρῷ τῆς προκειμένης κώμης μέτρῳ δημοσίῳ ξεστῷ ἀπὸ γενημάτων τοῦ αὐτοῦ ἔτους Σοκνοπαίου Νήσου δημοσίων. Πᾶις Σαταβοῦτος πυροῦ ἀρτάβας δέκα γίνονται πυροῦ ἀρτάβαι ι, Ἀβοῦς Σαταβοῦτος ὁμοίως πυροῦ ἀρτάβας πεντήκοντα γίνονται πυροῦ ἀρτάβαι ν, καὶ Στοτοῆτις Σαταβοῦτος ὁμοίως πυροῦ ἀρτάβαι εἴκοσι δύο ἥμισυ δωδέκατον γίνονται πυροῦ ἀρτάβαι κβ 𐅵ιβ.