Ancient Greek
BGU 1 68
Documentary Papyri, Bgu 1 68
Not analysed yet
Νῖλος Νίλου Μελανοῦτι Πτολλείωνος τοῦ Πτολλείωνος μετὰ κυρίου τοῦ ἀνδρὸς Φιλήμωνος τοῦ Φιλήμωνος χαίρειν· ἔχω παρά σου τόκον μηνῶν δεκαδύο ὄντων ἀπὸ μηνὸς Φαρμοῦθει τοῦ πεντεκαιδεκάτου ἔτους μέχρι μηνὸς Φαμενὼθ καὶ αὐτοῦ τοῦ μηνὸς τοῦ διεληλυθότος ἑκκαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου, ὧν ὀφείλει μοι ἐπὶ μεσιτείᾳ λοιπῶν δραχμῶν τετρακόσίων καὶ τόκων ἀργυρίου δραχμὰς τεσσεράκοντα οὕτως μὴ ἐλαττουμένου μου ὑπὲρ τοῦ αὐτοῦ τοῦ κεφαλαίου δραχμῶν τετρακωσίων καὶ τῶν ἀπὸ μηνὸς Φαρμοῦθει τοῦ αὐτοῦ ἑκκαιδεκάτου ἔτους τόκων ……στυσ…ε… …ο… ἔτους ιζ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ μηνὸς Σεβαστοῦ …